Revelation of John 6

1Καὶ εἶδον
 ὅτε = WH Treg NA/NIV: || ὅτι = RP
ὅτε ἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος ὡς φωνῇ βροντῆς·
 Ἔρχου = WH Treg NA/NIV: || Ἔρχου καὶ ἴδε = RP
Ἔρχου.
2καὶ
 εἶδον καὶ = WH Treg NA/NIV: || [omit] = RP
εἶδον, καὶ ⸃ ἰδοὺ ἵππος λευκός, καὶ καθήμενος ἐπ᾽ αὐτὸν ἔχων τόξον, καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθεν νικῶν καὶ ἵνα νικήσῃ.

3Καὶ ὅτε ἤνοιξεν τὴν
 σφραγῖδα τὴν δευτέραν = WH Treg NA/NIV: || δευτέραν σφραγῖδα = RP
σφραγῖδα τὴν δευτέραν ⸃, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος· Ἔρχου.
4καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ καθημένῳ ἐπ᾽ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ ἵνα ἀλλήλους
 σφάξουσιν = WH Treg NA/NIV: || σφάξωσιν = RP
σφάξουσιν, καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.

5Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος· Ἔρχου. καὶ
 εἶδον = WH Treg NA/NIV: || ἴδε = RP
εἶδον, καὶ ἰδοὺ ἵππος μέλας, καὶ καθήμενος ἐπ᾽ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ.
6καὶ ἤκουσα
 ὡς = WH Treg NA/NIV: || [omit] = RP
ὡς φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν· Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες
 κριθῶν = WH Treg NA/NIV: || κριθῆς = RP
κριθῶν δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.

7Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα
 φωνὴν = WH Treg NA/NIV: || [omit] = RP
φωνὴν τοῦ τετάρτου ζῴου λέγοντος·
 Ἔρχου = WH Treg NA/NIV: || Ἔρχου καὶ ἴδε = RP
Ἔρχου.
8καὶ
 εἶδον καὶ = WH Treg NA/NIV: || [omit] = RP
εἶδον, καὶ ⸃ ἰδοὺ ἵππος χλωρός, καὶ καθήμενος ἐπάνω αὐτοῦ ὄνομα αὐτῷ Θάνατος, καὶ ᾅδης ἠκολούθει
 μετ᾽ αὐτοῦ = WH Treg NA/NIV: || αὐτῷ = RP
μετ᾽ αὐτοῦ ⸃, καὶ ἐδόθη
 αὐτοῖς = WH Treg NA/NIV: || αὐτῷ = RP
αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.

9Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν
 μαρτυρίαν = WH Treg NA/NIV: || μαρτυρίαν τοῦ ἀρνίου = RP
μαρτυρίαν ἣν εἶχον.
10καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες· Ἕως πότε, δεσπότης ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; 11καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα
 ἀναπαύσονται = WH Treg NA/NIV: || ἀναπαύσωνται = RP
ἀναπαύσονται ἔτι χρόνον
 μικρόν = WH Treg NA/NIV: || [omit] = RP
μικρόν, ἕως
 πληρωθῶσιν = WH NA/NIV: || πληρώσωσιν = Treg RP
πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ
 αὐτῶν = WH Treg NA/NIV: || αὐτῶν καὶ = RP
αὐτῶν οἱ μέλλοντες
 ἀποκτέννεσθαι = WH Treg NA/NIV: || ἀποκτένεσθαι = RP
ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.

12Καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ἥλιος
 ἐγένετο μέλας = WH Treg NA/NIV: || μέλας ἐγένετο = RP
ἐγένετο μέλας ⸃ ὡς σάκκος τρίχινος, καὶ σελήνη ὅλη ἐγένετο ὡς αἷμα,
13καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ
 βάλλει = WH Treg NA/NIV: || βαλοῦσα = RP
βάλλει τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη,
14καὶ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. 15καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων· 16καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις· Πέσετε ἐφ᾽ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου, 17ὅτι ἦλθεν ἡμέρα μεγάλη τῆς ὀργῆς
 αὐτῶν = WH Treg NA/NIV: || αὐτοῦ = RP
αὐτῶν, καὶ τίς δύναται σταθῆναι;



Copyright information for SBLG